Ancient Greek · ~4 min
Section 34
Irenaeus, Adversus haereses (liber 3) 34
Not analysed yet
Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ τῆς γῆς εἰλημμένας προσίετο τροφάς, δι' ὧν τὸ ἀπὸ τῆς γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ' ἂν εἰς τεσσαράκοντα ἡμέρας ὁμοίως Μωϋσῇ καὶ Ἠλίᾳ νηστεύσας ἐπείνησε, τοῦ σώματος αὐτοῦ τὴν ἰδίαν ἐπιζητοῦντος τροφήν· οὐδ' ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει· «Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»· οὐδ' ἂν ὁ Δαυὶδ προαναπεφωνήκει εἰς αὐτόν· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν»· οὐδ' ἂν ἐδάκρυσεν ἐπὶ τοῦ Λαζάρου· οὐδ' ἂν ἵδρωσε θρόμβους αἵματος· οὐδ' ἂν εἰρήκει ὅτι «Περίλυπός ἐστιν ἡ ψυχή μου»· οὐδ' ἂν νυγείσης αὐτοῦ τῆς πλευρᾶς ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Ταῦτα γὰρ πάντα σύμβολα σαρκὸς τῆς ἀπὸ τῆς γῆς εἰλημμένης, ἣν εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο, τὸ ἴδιον πλάσμα σῴζων.