Ancient Greek · ~1 min
Fragment 1
Irenaeus, Adversus haereses (liber 4) 1
Not analysed yet
Καθὼς Ἠσαΐας φησί· «Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.» Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος εἰκότως ἐγκατελείφθη καὶ ἐκ μέσου ἐγένετο τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς—ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπόστολοι—, νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν.