Ancient Greek · ~3 min
Fragment 10
Irenaeus, Adversus haereses (liber 4) 10
Not analysed yet
Ὥσπερ οἱ βλέποντες τὸ φῶς ἐντός εἰσι τοῦ φωτὸς καὶ τῆς λαμπρότητος αὐτοῦ μετέχουσιν, οὕτως οἱ βλέποντες τὸν Θεὸν ἐντός εἰσι τοῦ Θεοῦ, μετέχοντες αὐτοῦ τῆς λαμπρότητος· ζωῆς οὖν μετέξουσιν οἱ ὁρῶντες Θεόν. Καὶ διὰ τοῦτο ὁ ἀχώρητος καὶ ἀκατάληπτος καὶ ἀόρατος ὁρώμενον ἑαυτὸν καὶ καταλαμβανόμενον καὶ χωρούμενον τοῖς πιστοῖς παρέσχεν, ἵνα ζωοποιήσῃ τοὺς χωροῦντας καὶ βλέποντας αὐτὸν διὰ πίστεως. Ὡς γὰρ τὸ μέγεθος αὐτοῦ ἀνεξιχνίαστον, οὕτως καὶ ἡ ἀγαθότης αὐτοῦ ἀνεξήγητος, δι' ἧς βλεπόμενος ζωὴν ἐνδίδωσι τοῖς ὁρῶσιν αὐτόν. Ἐπεὶ ζῆσαι ἄνευ ζωῆς οὐχ οἷόν τε ἦν, ἡ δὲ ὕπαρξις τῆς ζωῆς ἐκ τῆς τοῦ Θεοῦ περιγίνεται μετοχῆς, μετοχὴ δὲ Θεοῦ ἐστι τὸ γινώσκειν Θεὸν καὶ ἀπολαύειν τῆς χρηστότητος αὐτοῦ.