Ancient Greek · ~3 min
Fragment 12
Irenaeus, Adversus haereses (liber 4) 12
Not analysed yet
Χριστός ἐστιν ὁ θησαυρὸς ὁ κεκρυμμένος ἐν ἀγρῷ, τουτέστι ταῖς γραφαῖς ταῖς ἐν τῷ κόσμῳ οὔσαις— ἀγρὸς γὰρ ὁ κόσμος—, κεκρυμμένος δέ, ὅτι διὰ τύπων καὶ παραβολῶν ἐσημαίνετο μὴ δυναμένων νοηθῆναι πρὸ τοῦ τὴν ἔκβασιν τῶν προφητευομένων ἐλθεῖν, ἥτις ἐστὶν ἡ παρουσία τοῦ Κυρίου. Πᾶσα γὰρ προφητεία πρὸ τῆς ἐκβάσεως αἴνιγμά ἐστι καὶ ἀντιλογία τοῖς ἀνθρώποις· ὅταν δὲ ἔλθῃ ὁ καιρὸς καὶ ἀποβῇ τὸ προφητευθέν, τότε τῆς ἀκριβεστάτης ἐπέτυχεν ἐξηγήσεως. Καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων μὲν ἀναγινωσκόμενος ὁ νόμος ἐν τῷ νῦν καιρῷ μύθῳ ἔοικεν· οὐ γὰρ ἔχουσι τὴν ἐξήγησιν τῶν πάντων, ἥτις ἐστὶν ἡ κατ' ἄνθρωπον παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ· ὑπὸ δὲ χριστιανῶν ἀναγινωσκόμενος, θησαυρός ἐστι, κεκρυμμένος μὲν ἐν ἀγρῷ, αὐτοῖς δὲ ἀποκαλυπτόμενος