Ancient Greek
Fragment 14
Irenaeus, Adversus haereses (liber 4) 14
Not analysed yet
Μὴ εἰδότος τοῦ Λώτ, μηδὲ ἡδονῇ δουλεύσαντος, τοῦτο γεγένηται, ἀλλὰ πάντως οἰκονομία ἐπετελεῖτο, δι' ἧς αἱ δύο συναγωγαὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ Πατρὸς τεκνοποιησάμεναι ἐμηνύοντο ἄνευ σαρκὸς ἡδονῆς. Οὐ γὰρ ἦν ἄλλος οὐδεὶς σπέρμα ζωτικὸν καὶ τέκνων ἐπικαρπίαν δυνάμενος δοῦναι αὐταῖς, καθὼς γέγραπται.