Ancient Greek · ~3 min
Fragment 19
Irenaeus, Adversus haereses (liber 4) 19
Not analysed yet
Διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τῶν ἐν διαφόροις καιροῖς εἰς τὸν ἀμπελῶνα πεμπομένων εἷς καὶ ὁ αὐτὸς οἰκοδεσπότης δείκνυται, κεκληκὼς οὓς μὲν ἐν ἀρχῇ τῆς τοῦ κόσμου κατασκευῆς, ἐνίους δὲ μετὰ τοῦτο, καὶ ἑτέρους μετὰ τὴν μεσοχρονίαν, ἄλλους δὲ προκοπτόντων τῶν καιρῶν, καὶ ἐν τῷ τέλει πάλιν ἄλλους, ὥστε εἶναι πολλοὺς μὲν τοὺς ἐργάτας κατὰ τὰς ἑαυτῶν γενεάς, ἕνα δὲ τὸν συγκαλούμενον αὐτοὺς οἰκοδεσπότην. Καὶ γὰρ ἀμπελὼν εἷς, ὅτι καὶ μία δικαιοσύνη· καὶ εἷς οἰκονόμος, ἓν γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ διέπον τὰ πάντα· ὁμοίως δὲ καὶ μισθὸς εἷς, πάντες γὰρ «ἔλαβον ἀνὰ δηνάριον», εἰκόνα καὶ ἐπιγραφὴν τοῦ βασιλέως, τὴν γνῶσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἥτις ἐστὶν ἀφθαρσία. Καὶ διὰ τοῦτο «ἀπὸ τῶν ἐσχάτων» ἤρξατο διδόναι τὸν μισθόν, ὅτι ἐπ' ἐσχάτων τῶν καιρῶν φανερωθεὶς ὁ Κύριος τοῖς πᾶσι ἑαυτὸν ἀποκατέστησεν.