Ancient Greek · ~6 min
Fragment 21
Irenaeus, Adversus haereses (liber 4) 21
Not analysed yet
Εἰ φύσει οἱ μὲν φαῦλοι, οἱ δὲ ἀγαθοὶ γεγόνασιν, οὐθ' οὗτοι ἐπαινετοὶ ὄντες ἀγαθοί, τοιοῦτοι γὰρ κατεσκευάσθησαν, οὔτ' ἐκεῖνοι μεμπτοί, οὕτως γεγονότες. Ἀλλ' ἐπεὶ οἱ πάντες τῆς αὐτῆς εἰσι φύσεως, δυνάμενοί τε κατασχεῖν καὶ πρᾶξαι τὸ ἀγαθόν, καὶ δυνάμενοι πάλιν ἀποβαλεῖν αὐτὸ καὶ μὴ ποιῆσαι, δικαίως καὶ παρὰ ἀνθρώποις τοῖς εὐνομουμένοις, καὶ πολὺ πρότερον παρὰ Θεῷ, οἱ μὲν ἐπαινοῦνται καὶ ἀξίας τυγχάνουσι μαρτυρίας τῆς τοῦ καλοῦ [καθόλου] ἐκλογῆς καὶ ἐπιμονῆς, οἱ δὲ καταιτιῶνται καὶ ἀξίως τυγχάνουσι ζημίας τῆς τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀποβολῆς. Καὶ διὰ τοῦτο οἱ προφῆται παρῄνουν τοῖς ἀνθρώποις δικαιοπραγεῖν καὶ τὸ ἀγαθὸν ἐξεργάζεσθαι, ὡς ἐφ' ἡμῖν ὄντος τοῦ τοιούτου καὶ διὰ τὴν πολλὴν ἀμέλειαν εἰς λήθην ἐκπεπτωκότων καὶ γνώμης δεομένων ἀγαθῆς, ἣν ὁ ἀγαθὸς Θεὸς παρεῖχεν γνώμην διὰ τῶν προφητῶν. Ταῦτα γὰρ πάντα τὸ αὐτεξούσιον ἐπιδείκνυσι τοῦ ἀνθρώπου καὶ τὸ συμβουλευτικὸν τοῦ Θεοῦ ἀποτρέποντος μὲν τοῦ ἀπειθεῖν αὐτῷ, ἀλλὰ μὴ βιαζομένου. Καὶ γὰρ αὐτὸ τὸ εὐαγγέλιον εἰ μὴ βούλοιτό τις ἕπεσθαι, ἐξὸν μὲν αὐτῷ ἐστιν, ἀσύμφερον δέ· ἡ γὰρ παρακοὴ τοῦ Θεοῦ καὶ ἀποβολὴ τοῦ ἀγαθοῦ ἔστιν μὲν ἐν τῷ ἀνθρώπῳ, βλάβην δὲ καὶ ζημίαν οὐ τὴν τυχοῦσαν φέρει. Καὶ διὰ τοῦτο ὁ Παῦλός φησιν· «Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» Τὸ ἐλεύθερον τοῦ ἀνθρώπου ἐξηγούμενος, διὸ πάντα ἔξεστιν, μὴ καταναγκάζοντος αὐτὸν τοῦ Θεοῦ, καὶ τὸ συμφέρον δείκνυσιν, ἵνα μὴ εἰς ἐπικάλυμμα κακίας καταχρησώμεθα τῇ ἐλευθερίᾳ, ἀσύμφερον γὰρ τοῦτό γε.