Ancient Greek · ~11 min
Fragment 23
Irenaeus, Adversus haereses (liber 4) 23
Not analysed yet
Εἰ δὲ λέγοι τις· Οὐκ ἠδύνατο ὁ Θεὸς ἀπ' ἀρχῆς τέλειον πεποιηκέναι τὸν ἄνθρωπον; γνώτω ὅτι τῷ μὲν Θεῷ ἀεὶ κατὰ τὰ αὐτὰ ὄντι καὶ ἀγενήτῳ ὑπάρχοντι, ὡς πρὸς ἑαυτὸν πάντα δυνατά· τὰ δὲ γεγονότα, καθ' ὃ μετέπειτα γενέσεως ἀρχὴν ἰδίαν ἔσχε, κατὰ τοῦτο καὶ ὑστερεῖσθαι δεῖ αὐτὰ τοῦ πεποιηκότος. Οὐ γὰρ ἠδύνατο ἀγένητα εἶναι τὰ νεωστὶ γεγενημένα· καθ' ὃ δὲ μή ἐστιν ἀγένητα, κατὰ τοῦτο καὶ ὑστερεῖται τοῦ τελείου· καθ' ὃ γὰρ νεώτερα, κατὰ τοῦτο καὶ νήπια, κατὰ τοῦτο καὶ ἀσυνήθη καὶ ἀγύμναστα πρὸς τὴν τελείαν ἀγωγήν. Ὡς οὖν ἡ μὲν μήτηρ δύναται τέλειον παρασχεῖν τῷ βρέφει τὸ ἔμβρωμα, τὸ δὲ ἔτι ἀδυνατεῖ τὴν αὐτοῦ πρεσβυτέραν δέξασθαι τροφήν, οὕτως καὶ ὁ Θεὸς αὐτὸς μὲν οἷός τε ἦν παρασχεῖν ἀπ' ἀρχῆς τῷ ἀνθρώπῳ τὸ τέλειον, ὁ δὲ ἄνθρωπος ἀδύνατος λαβεῖν αὐτό· νήπιος γὰρ ἦν. Καὶ διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐπ' ἐσχάτων τῶν καιρῶν ἀνακεφαλαιωσάμενος εἰς ἑαυτὸν τὰ πάντα ἦλθε πρὸς ἡμᾶς, οὐχ ὡς αὐτὸς ἠδύνατο, ἀλλ' ὡς ἡμεῖς αὐτὸν ἰδεῖν ἠδυνάμεθα· αὐτὸς μὲν γὰρ ἐν τῇ ἀφράστῳ αὐτοῦ δόξῃ πρὸς ἡμᾶς ἐλθεῖν ἠδύνατο, ἀλλ' ἡμεῖς οὐ δήπω ποτὲ τὸ μέγεθος τῆς δόξης αὐτοῦ βαστάζειν ἠδυνάμεθα. Καὶ διὰ τοῦτο, ὡς νηπίοις, ὁ ἄρτος ὁ τέλειος τοῦ Πατρὸς γάλα ἡμῖν ἑαυτὸν παρέσχεν, ὅπερ ἦν ἡ κατὰ ἄνθρωπον αὐτοῦ παρουσία, ἵνα ὡς ὑπὸ μαστοῦ τῆς σαρκὸς αὐτοῦ τραφέντες καὶ διὰ τῆς τοιαύτης γαλακτουργίας ἐθισθέντες τρώγειν καὶ πίνειν τὸν Λόγον τοῦ Θεοῦ, τὸν τῆς ἀθανασίας ἄρτον, ὅπερ ἐστὶ τὸ Πνεῦμα τοῦ Πατρός, ἐν ἡμῖν αὐτοῖς κατασχεῖν δυνηθῶμεν. Καὶ διὰ τοῦτο Παῦλος Κορινθίοις φησίν· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὐδὲ γὰρ ἠδύνασθε βαστάζειν», τουτέστι τὴν μὲν κατὰ ἄνθρωπον παρουσίαν τοῦ Κυρίου ἐμαθητεύθητε, οὐ δήπω δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα ἐπαναπαύεται ἐφ' ὑμᾶς διὰ τὴν ὑμῶν ἀσθένειαν. «Ὅπου γὰρ ζῆλος καὶ ἔρις», φησίν, «ἐν ὑμῖν καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;» τουτέστιν ὅτι οὐ δήπω τὸ Πνεῦμα τοῦ Πατρὸς ἦν σὺν αὐτοῖς διὰ τὸ ἀκατάρτιστον αὐτῶν καὶ ἀσθενὲς τῆς πολιτείας. Ὡς οὖν ὁ ἀπόστολος δυνατὸς μὲν ἦν διδόναι τὸ βρῶμα—οἷς γὰρ ἂν ἐπετίθουν οἱ ἀπόστολοι τὰς χεῖρας ἐλάμβανον Πνεῦμα ἅγιον, ὅ ἐστι βρῶμα ζωῆς—, ἐκεῖνοι δὲ ἠδυνάτουν λαβεῖν αὐτὸ διὰ τὸ ἀσθενῆ ἔτι καὶ ἀγύμναστα ἔχειν τὰ αἰσθητήρια τῆς πρὸς Θεὸν συγγυμνασίας, οὕτως καὶ τὴν ἀρχὴν ὁ μὲν Θεὸς δυνατὸς ἦν διδόναι τὸ τέλειον τῷ ἀνθρώπῳ, ἐκεῖνος δὲ ἄρτι γεγονὼς ἀδύνατος ἦν λαβεῖν αὐτό, ἢ καὶ λαβὼν χωρῆσαι, ἢ καὶ χωρήσας κατασχεῖν. Καὶ διὰ τοῦτο συνενηπίασεν ὁ Λόγος τοῦ Θεοῦ, τέλειος ὤν, τῷ ἀνθρώπῳ, οὐ δι' ἑαυτὸν ἀλλὰ διὰ τὸ τοῦ ἀνθρώπου νήπιον, οὕτω χωρούμενος ὡς ἄνθρωπος αὐτὸν χωρεῖν ἠδύνατο. Οὐ περὶ τὸν Θεὸν οὖν τὸ ἀδύνατον καὶ ἐνδεές, ἀλλὰ περὶ τὸν νεωστὶ γεγονότα ἄνθρωπον, ὅτι μὴ ἀγένητος ἦν.