Ancient Greek
Fragment 11
Irenaeus, Adversus haereses (liber 5) 11
Not analysed yet
Ἕτερόν ἐστι πνοὴ ζωῆς ἡ καὶ ψυχικὸν ἀπεργαζομένη τὸν ἄνθρωπον, καὶ ἕτερον Πνεῦμα ζωοποιοῦν τὸ καὶ πνευματικὸν αὐτὸν ἀποτελοῦν. Καὶ διὰ τοῦτο Ἠσαΐας φησίν· «Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερεώσας αὐτόν, ὁ πήξας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ Πνεῦμα τοῖς πατοῦσιν αὐτήν», τὴν μὲν πνοὴν κοινῶς παντὶ τῷ ἐπὶ τῆς γῆς λαῷ φήσας δεδόσθαι, τὸ δὲ Πνεῦμα ἰδίως τοῖς καταπατοῦσι τὰς γεώδεις ἐπιθυμίας. Διὸ καὶ πάλιν ὁ αὐτὸς Ἠσαΐας διαστέλλων τὰ προειρημένα φησίν· «Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα», τὸ μὲν Πνεῦμα ἰδίως ἐπὶ τοῦ Θεοῦ τάξας τοῦ ἐπ' ἐσχάτων <τῶν καιρῶν> ἐκχέοντος αὐτὸ διὰ τῆς υἱοθεσίας ἐπὶ τὴν ἀνθρωπότητα, τὴν δὲ πνοὴν κοινῶς ἐπὶ τῆς κτίσεως, καὶ ποίημα ἀναγορεύσας αὐτήν. Ἕτερον δέ ἐστι τὸ ποιηθὲν τοῦ ποιήσαντος. Ἡ οὖν πνοὴ πρόσκαιρος, τὸ δὲ Πνεῦμα ἀένναον. Καὶ ἡ μὲν πνοὴ ἀκμάσασα πρὸς βραχὺ καὶ καιρῷ τινι παραμείνασα μετὰ τοῦτο πορεύεται, ἄπνουν ἐγκαταλιποῦσα ἐκεῖνο περὶ ὃ ἦν τὸ πρότερον· τὸ δὲ <Πνεῦμα> περιλαβὸν ἔνδοθεν καὶ ἔξωθεν τὸν ἄνθρωπον, ἅτε ἀεὶ παραμένον, οὐδέποτε ἐκλείψει αὐτόν.