Ancient Greek
Fragment 22
Irenaeus, Adversus haereses (liber 5) 22
Not analysed yet
Ὁ Ἀπόστολός φησιν· «Ἀνθ' ὧν τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», τοῦ μὲν γὰρ ἐρχομένου ἰδίᾳ γνώμῃ τὴν ἀπιστίαν ἀνακεφαλαιουμένου πρὸς ἑαυτὸν καὶ αὐτεξουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσουσιν οἱ πλανώμενοι ὑπ' αὐτοῦ, διὸ καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός, τοῦ Θεοῦ δὲ κατὰ τὴν ἰδίαν πρόγνωσιν προειδότος τὰ πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι ἐπάγοντος «εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα οὕτως ἐμήνυσεν.