Ancient Greek
Fragment 25
Irenaeus, Adversus haereses (liber 5) 25
Not analysed yet
Ἀσφαλέστερον οὖν καὶ ἀκινδυνότερον τὸ περιμένειν τὴν ἔκβασιν τῆς προφητείας ἢ τὸ καταστοχάζεσθαι καὶ ὑπομαντεύεσθαι ὀνόματα τὰ τυχόντα, πολλῶν ὀνομάτων εὑρεθῆναι δυναμένων ἐχόντων τὸν προειρημένον ἀριθμόν, καὶ οὐδὲν ἧττον μενεῖ αὕτη ἡ ζήτησις· εἰ γὰρ πολλά ἐστι τὰ εὑρισκόμενα ὀνόματα ἔχοντα τὸν ἀριθμόν, ποῖον ἐξ αὐτῶν φορέσει ὁ ἐρχόμενος ζητηθήσεται. Ὅτι δὲ οὐ δι' ἀπορίαν ὀνομάτων