Ancient Greek
Fragment 29
Irenaeus, Adversus haereses (liber 5) 29
Not analysed yet
Οὐ γὰρ ἡ ὑπόστασις οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται—ἀληθὴς γὰρ καὶ βέβαιος ὁ συστησάμενος αὐτήν—, ἀλλὰ «τὸ σχῆμα παράγει τοῦ κόσμου τούτου», τουτέστιν ἐν οἷς ἡ παράβασις γέγονεν, ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς. Καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ Θεοῦ. Παρελθόντος δὲ τοῦ σχήματος τούτου καὶ ἀνανεωθέντος τοῦ ἀνθρώπου καὶ ἀκμάσαντος πρὸς τὴν ἀφθαρσίαν ὥστε μηκέτι δύνασθαι πέρα παλαιωθῆναι, «ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή»· ἐν τοῖς καινοῖς παραμενεῖ ὁ ἄνθρωπος ἀεὶ καινὸς προσομιλῶν τῷ Θεῷ.