Ancient Greek · ~3 min
Fragment 3
Irenaeus, Adversus haereses (liber 5) 3
Not analysed yet
Οὐ γὰρ δοκήσει ταῦτα, ἀλλ' ἐν ὑποστάσει ἀληθείας ἐγίνετο. Εἰ δὲ μὴ ὢν ἄνθρωπος ἐφαίνετο ἄνθρωπος, οὔτε ὃ ἦν ἐπ' ἀληθείας ἔμεινε, Πνεῦμα Θεοῦ, ἐπεὶ ἀόρατον τὸ Πνεῦμα, οὔτε ἀλήθειά τις ἦν ἐν αὐτῷ, οὐ γὰρ ἐκεῖνο ἦν ὅπερ ἐφαίνετο. Προείπομεν δὲ ὅτι Ἀβραὰμ καὶ οἱ λοιποὶ προφῆται προφητικῶς αὐτὸν ἔβλεπον, τὸ μέλλον ἔσεσθαι δι' ὄψεως προφητεύοντες. Εἰ οὖν καὶ νῦν τοιοῦτος ἐφάνη, μὴ ὢν ὅπερ ἐφαίνετο, προφητική τις ὀπτασία γέγονε τοῖς ἀνθρώποις, καὶ δεῖ ἄλλην ἐκδέχεσθαι παρουσίαν αὐτοῦ, ἐν ᾗ τοιοῦτος ἔσται οἷος νῦν ὁρᾶται προφητικῶς. Ἀπεδείξαμεν δὲ ὅτι τὸ αὐτό ἐστι δοκήσει λέγειν πεφηνέναι καὶ μηδὲν ἐκ τῆς Μαρίας εἰληφέναι. Οὐδὲ γὰρ ἦν ἀληθῶς σάρκα καὶ αἷμα ἐσχηκώς, δι' ὧν ἡμᾶς ἐξηγοράσατο, εἰ μὴ τὴν ἀρχαίαν πλάσιν τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο. Μάταιοι οὖν οἱ ἀπὸ Οὐαλεντίνου, τοῦτο δογματίζοντες, ἵνα ἐκβάλωσι τὴν ζωὴν τῆς σαρκός.