Ancient Greek · ~4 min
Fragment 9
Irenaeus, Adversus haereses (liber 5) 9
Not analysed yet
Ἐπεὶ ἄνευ Πνεύματος Θεοῦ σωθῆναι οὐ δυνάμεθα, προτρεπόμενος ἡμᾶς ὁ Ἀπόστολος διὰ τῆς πίστεως καὶ τῆς ἁγνῆς ἀναστροφῆς συντηρεῖν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἵνα μὴ ἄμοιροι τοῦ θείου Πνεύματος γενόμενοι ἀποτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, ἐβόησε μὴ δύνασθαι τὴν σάρκα καθ' ἑαυτὴν ἐν τῷ αἵματι βασιλείαν κληρονομῆσαι Θεοῦ. Εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ κληρονομεῖ ἀλλὰ κληρονομεῖται ἡ σάρξ. Ὡς οὖν ἡ νύμφη γαμῆσαι μὲν οὐ δύναται, γαμηθῆναι δὲ δύναται, ὅταν ἔλθῃ καὶ παραλήψεται αὐτὴν ὁ νυμφίος, οὕτως καὶ ἡ σὰρξ καθ' ἑαυτὴν βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, κληρονομηθῆναι δὲ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ δύναται. Κληρονομεῖ γὰρ ὁ ζῶν τὰ τοῦ τετελευτηκότος, καὶ ἕτερον μέν ἐστι τὸ κληρονομεῖν, ἕτερον δὲ τὸ κληρονομεῖσθαι· ὁ μὲν γὰρ κυριεύει καὶ ἀφηγεῖται καὶ διατίθησι τὰ κληρονομούμενα ᾗ ἂν αὐτὸς βουληθῇ, τὰ δὲ ὑποτέτακται καὶ ὑπακούει καὶ κυριεύεται ὑπὸ τοῦ κληρονομοῦντος. Τί οὖν ἐστι τὸ ζῶν; Τὸ Πνεῦμα τοῦ Θεοῦ. Τίνα δὲ τὰ ὑπάρχοντα τοῦ τετελευτηκότος; Τὰ μέλη τοῦ ἀνθρώπου τὰ καὶ φθειρόμενα ἐν τῇ γῇ ταύτῃ. Ταῦτα δὲ κληρονομεῖται ὑπὸ τοῦ Πνεύματος μεταφερόμενα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.