Ancient Greek
Fragment 22sq
Irenaeus, Adversus haereses (liber 5) Fragment 22sq
Not analysed yet
Ἵνα οὖν μή τις αὐτὸν θεϊκῇ δυνάμει δόξει ποιεῖν τὰ σημεῖα, ἀλλὰ μαγικῇ ἐνεργείᾳ, ἔφη· «Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.» Καὶ οὐδέν γε καὶ θαυμαστόν, εἰ τῶν δαιμονίων καὶ ἀποστατικῶν πνευμάτων ὑπουργούντων αὐτῷ δι' αὐτῶν ποιεῖ σημεῖα, ἐν οἷς πλανήσει τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ «τὸν ἀριθμὸν δὲ τοῦ ὀνόματος αὐτοῦ» φησιν καὶ ἄλλα τινὰ «καὶ εἶναι τὸν ἀριθμὸν χξϛʹ», ὅ ἐστιν ἑκατοντάδες ἓξ καὶ δεκάδες ἓξ καὶ μονάδες ἓξ εἰς ἀνακεφαλαίωσιν πάσης τῆς ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν γεγονυίας ἀποστασίας. Ὅσαις γὰρ ἡμέραις ἐγένετο ὁ κόσμος, τοσαύταις χιλιονταέτεσι συντελεῖται· καὶ διὰ τοῦτό φησιν ἡ γραφή· «Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.» Τοῦτο δ' ἔστι καὶ τῶν προγεγονότων διήγησις, ὡς ἐγένετο, καὶ τῶν ἐσομένων προφητεία. Εἰ γὰρ «ἡμέρα Κυρίου ὡς χίλια ἔτη», ἐν δὲ ἓξ ἡμέραις συνετελέσθη τὰ γεγονότα, φανερὸν ὅτι ἡ συντέλεια αὐτῶν τὸ ἑξακισχιλιοστὸν ἔτος ἐστίν. Καὶ διὰ τοῦτο ἐν παντὶ τούτῳ τῷ χρόνῳ πλασθεὶς ἐν ἀρχῇ ὁ ἄνθρωπος διὰ τῶν χειρῶν τοῦ Θεοῦ, τουτέστιν Υἱοῦ καὶ Πνεύματος, γίνεται κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τοῦ μὲν ἀχύρου ἀποσκευαζομένου, ὅπερ ἐστὶν ἡ ἀποστασία, τοῦ δὲ σίτου εἰς ἀποθήκην ἀναλαμβανομένου, ὅπερ ἐστὶν οἱ τὴν πρὸς Θεὸν πίστιν καρποφοροῦντες. Καὶ διὰ τοῦτο καὶ ἡ θλῖψις ἀναγκαία τοῖς σῳζομένοις, ἵνα, τρόπον τινὰ λεπτυνθέντες καὶ συμφυραθέντες διὰ τῆς ὑπομονῆς τῷ Λόγῳ τοῦ Θεοῦ καὶ πυρωθέντες, ἐπιτήδειοι ἔσονται εἰς τὴν τοῦ Βασιλέως εὐωχίαν, ὡς εἶπέ τις τῶν ἡμετέρων διὰ τὴν πρὸς τὸν Θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία, ὅτι «σῖτός εἰμι τοῦ Θεοῦ καὶ διὰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς Θεοῦ ἄρτος εὑρεθῶ». Τὰς δὲ αἰτίας ἀπεδώκαμεν ἐν ταῖς πρὸ ταύτης βίβλοις, δι' ἃς ἀνέσχετο ὁ Θεὸς τοῦτο οὕτως γενέσθαι, καὶ ἀπεδείξαμεν ὅτι πάντα τὰ τοιαῦτα ὑπὲρ τοῦ σῳζομένου ἀνθρώπου γέγονεν, τὸ αὐτεξούσιον αὐτοῦ πεπαίνοντα πρὸς τὴν ἀθανασίαν καὶ ἐπιτηδειότερον αὐτὸν πρὸς τὴν εἰς ἀεὶ ὑποταγὴν τοῦ Θεοῦ καταρτίζοντα.