Ancient Greek
Κεφ. κα΄.
Irenaeus, Libros quinque adversus haereses Κεφ. κα΄.
Not analysed yet
1 ΚΗΡΙΝΟΘΣ δέ τις, αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθεὶς, ἔλεγεν οὐχ ὑπὸ τοῦ προώτου γεγονέναι τὸν κόσμον, ἀλλʼ ὑπὸ δυνάμεως τινὸς κεχωρισμένης, τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας, καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα Θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας οἷον ὁμοίως τοῖς λοιποῖς ἅποσιν ἀνθρώποις, καὶ δικαιότερον γεγονέναι καὶ σοφώτερον. Καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν τὸν τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας, τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς· καὶ τότε κηρῦξαι τὸν γνωστὸν πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει, ἀποστῆναι τὸν Χριστὸν ἀπὸ τοῦ 1 Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι, τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πατρικὸν ὑπάρχοντα.