Ancient Greek
Κεφ. ε΄.
Irenaeus, Libros quinque adversus haereses 1
Not analysed yet
1. ἼΔΩΜΕΝ νῦν καὶ τὴν τούτων ἄστατον γνώμην δύο που καὶ τριῶν ὄντων, πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτά λέγουσιν, ἀλλὰ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται· Ὁ μὲν γὰρ 1πρῶτος, ἀπὸ τῆς λεγομένης γνωστικῆς αἱρέσεως τὰς 2ἀρχὰς εἰς 3ἴδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος, οὕτως 1ἐξηροφόρησεν, ὁρισάμενος εἶναι 2δοάδα ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄῤῥητον, τὸ δὲ Σιγήν. Ἔπειτα ἐκ ταύτης τῆς 3δυάδος δευτέραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν. Ἐκ δὲ τῆς τετράδος ταύτης καρτοφορεῖσθαι Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην ὀγδοάδα πρώτην. Καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι, καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καὶ ὑστερήσασαν, τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεννητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγεννήτου Πατρός· ἕτερον δὲ τὸν ἀφορίζοντα αὐτῷ τὴν μητέρα ἀπὸ τοῦ Πληρώματος. Καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι, ἀλλὰ ὑπὸ τῆς μητρὸς, ἔξω 1 γενομένης, κατὰ τὴν γνώμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. Καὶ τοῦτον μὲν, ἅτε ἄρρενα ὑπάρχοντα, ἀποκόψαντα ἀφʼ ἑαυτοῦ τὴν σκιὰν, ἀναδραμεῖν εἰς τὸ Πλήρωμα. Τὴν δὲ μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς, κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως, ἕτερον υἱὸν προενέγκασθαι· καὶ τοῦτον εἶναι τὸν Δημιουργὸν, ὃν καὶ παντοκράτορα λέγει τῶν ὑποκειμένων. Συμπροβεβλῆσθαι δὲ αὐτῷ καὶ ἄριστον ἄρχοντα ἐδογμάτισεν, ὁμοίως τοῖς ῥηθησομένοις ὑφʼ ἡμῶν ψευόωνύμως Γνωστικοῖς. Καὶ τὸν Ἰησοῦν ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς μητρὸς αὐτῶν, συναναχυθέντος τοῖς ὅλοις προβεβλῆσθαί φησι, τουτέστι τοῦ Θελητοῦ· ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστι τοῦ Χριστοῦ· ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς 1Ἐκκλησίας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δἰ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.