Ancient Greek
Κεφ. μ΄.
Irenaeus, Libros quinque adversus haereses 1-12
Not analysed yet
1. Ὁ ὀγιὴς νοῦς, καὶ ἀκίνδονος, καὶ εὐλαβὴς, καὶ φιλαληθὴς, ὅσα ἐν τῇ τῶν ἀνθρώπων ἐξουσίᾳ δέδωκεν ὁ Θεὸς, καὶ ὑποτέταχε τῇ ἡμετέρα γνώσει, ταῦτα προθύμως ἐκμελετήσει, καὶ ἐν αὐτοῖς προκόψει, διὰ τῆς καθημερινῆς ἀσκήσεως ῥᾳδίαν τὴν μάθησιν ἑαυτῷ ποιούμενος. Ἔστι δὲ ταῦτα, τά τε ὑπʼ ὄψιν πίπτοντα τὴν ἡμετέραν, καὶ ὅσα φανερῶς καὶ ἀναμφιβόλως αὐτολεξεὶ ἐν ταῖς θείαις γραφαῖς λέλεκται.