Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 10.1
Not analysed yet
10. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε, καὶ 2λύπης, καὶ ἀπορίας· ἐκ μὲν τοῦ φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν βούλονται τήν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπὴν πᾶσαν ψυχικὴν ὑπόστασιν, ὡς ψυχὰς ἀλόγων ζώων, καὶ θηρίων, καὶ ἀνθρώπων. Διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα πρὸς τὸ γινώσκειν τινὰ πνευματικὰ, 3αὑτὸν νενομικέναι μόνον εἶναι Θεὸν, καὶ διὰ τῶν Προφητῶν εἰρηκέναι· ἐγὼ Θεὸς, πλὴν ἐμοῦ οὐδείς. 1Ἐκ δὲ τῆς λύπης τὰ πνειματικὰ τῆς πονορίας διδάσκουσι γεγονέναι· ὅθεν τὸν 2Διάβολον τὴν γένεσιν ἐσχηκέναι, ὃν καὶ 3κοσμοκράτορα καλοῦσι, καὶ τὰ δαιμόνια, καὶ τοὺς ἀγγέλους, καὶ πᾶσαν τὴν πνευματικὴν τῆς πονηρίας ὑπόστασιν. Ἀλλὰ τὸν μὲν Δημιουργὸν οἱὸν τῆς Mητρὸς αὐτῶν λέγουσι, τὸν δὲ κοσμοκράτορα κτίσμα τοῦ Δημιουργοῦ· καὶ τὸν μὲν κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτὸκ, ὅτι 1πνεῦμά ἐστι τῆς πονηρίας· τὸν δὲ Δημιουργὸν ἀγνοεῖν, ἅτε ψυχικὰ ὑπάρχοντα. Οἰκείν δὲ τὴν Μητέρα αὐτῶν εἰς τὸν ὑπερουράνιον τόπον, τουτέστιν ἐν τῇ μεσότητι· τὸν Δημιουργὸν δὲ εἰς τὸν 2ὑπερουράνιον τουτέστιν ἐν τῇ ἑβδομάδι· τὸν δὲ παντοκράτορα ἐν τῷ καθ᾿ ἡμᾶς κόσμῳ. Ἐκ δὲ τῆς ἐκπλήξεως καὶ τῆς ἀμυχανίας ,ὡς ἐκ τοῦ ἀσημοτέρου τὰ σωματικὰ, καθὼς προείπαμεν, τοῦ κόσμου στοιχεῖα γεγονέναι· τὴν μὲν κατὰ τῆς ἐκπλήξεως στάσιν, ὕδωρ δὲ κατὰ τὴν τοῦ φόβου τῶν δακρύων κίνησιν, 3ἀέρα τε κατὰ τὴν λύπης πῆξιν· τὸ δὲ πῦρ ἅποσιν αὐτοῖς ἐκπεφυκέναι θάνατον καὶ φθορὰν, ὡς καὶ τὴν ἄγνοιαν τοῖς τρισὶ πάθεσιν ἐγκεκρύφθαι διδάσκουσι. Δημιουργήσαντα δὴ τὸν κόσμον, πεποιηκέναι καὶ τὸν ἄνθρωπον τὸν χοϊκόν· οὐκ ἀπὸ ταύτης δὲ τῆς ξηρᾶς γῆς, ἀλλʼ ἀπὸ τῆς ἀοράτου οὐσίας, ἀπὸ τοῦ κεχυμένου καὶ ῥευστοῦ τῆς ὕλης λαβόντα· καὶ εἰς τοῦτον ἐμφυσῆσαι τὸν ψυχικὸν διορίζονται. Καὶ τοῦτον εἶναι τὸν κατʼ εἰκόνα καὶ ὁμοίωσιν γεγονότα· κατʼ εἰκόνα μὲν τὸν ὑλικὸν ὑπάρχειν, παραπλήσιον μὲν, ἀλλʼ οὐχ 2ὁμοούσιον τῷ Θεῷ· καθʼ ὁμοίωσιν δὲ τὸν ψυχικὸν, ὅθεν καὶ πνεῦμα ζωῆς τὴν οὐσίαν αὐτοῦ εἰρῆσθαι, ἐκ πνευματικῆς ἀποῤῥοίας οὗσαν. Ὕστερον δὲ περιτεθεῖσθαι λέγουσιν αὐτῷ τὸν δερμάτινον χιτῶνα· τοῦτο δὲ τὸ αἰσθητὸν σαρκίον εἶναι λέγουσι. 2Τὸ δὲ κύημα τῆς μητρὸς αὐτῆς τῆς Ἀχαμὼθ, ὃ κατὰ τὴν θεωρίαν τῶν περὶ τὸν Σωτῆρα ἀγγέλων ἀπεκύησεν, ὁμοούσιον ὑπάρχον τῇ μητρὶ, πνευματικὸν, καὶ αὐτὸν ἠγνοηκέναι τὸν Δημιουργὸν λέγουσι· καὶ λεληθότως 3κατατεθεῖσθαι εἰς αὐτὸν, μὴ εἰδότος αὐτοῦ, ἵνα δἰ αὐτοῦ εἰς τὴν ἀπʼ αὐτοῦ ψυχὴν σπαρὲν, καὶ εἰς τὸ ὑλικὸν τοῦτο σῶμα, κυοφορηθὲν ἐν τούτοις καὶ αὐξηθὲν, ἕτοιμον γένηται εἰς ὑποδοχὴν τοῦ 1τελείου . Ἔλαθεν οὖν, ὡς φασὶ, τὸν Δημιουργὸν ὁ συγκατασπαρεὶς τῷ ἐμφυσήματι αὐτοῦ ὑπὸ τῆς Σοφίας πνευματικὸς ἀνθρώπων ἀῤῥήτῳ προνοίᾳ. Ὡς γὰρ τὴν μητέρα ἠγνοηκέναι, οὕτω καὶ τὸ σπέρμα αὐτῆς· ὅ δὴ καὶ αὐτὸ ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας· καὶ τότε εἶναι M. 28. τὸν ἐν αὐτοῖς ἀξιοῦσιν, ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὸς, καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευματικὸν ἄνθρωπον ἀπὸ τῆς μητρὸς τῆς Ἀχαμώθ.