Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 9
Not analysed yet
9. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ᾿ αὐτοὺς, τοῦ μὲν ἐκ τοῦ πάθους, ὃ ἦν ὅλη· τοῦ δὲ ἐκ τῆς 4ἐπιστροφῆς, ὃ ἦν τὸ ψυχικόν· τοῦ δὲ ἀπεκύησε, τουτέστι τὸ πνευματικὸν, οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. Ἀλλὰ τὸ μὲν πνευματικὸν μὴ δεδονῆσθαι αὐτῇ μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ· τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς οὐσίας, 1προβαλεῖν τε τὰ παρὰ τοῦ Σωτῆρος μαθήματα. Καὶ πρῶτον μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων, τῶν τε ὁμοουσίων αὐτῷ, τουτέστι τῶν ψυχικῶν, ἃ δὲ 2δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ καλοῦσι· πάντα γὰρ τὰ κατ᾿ αὐτὸν φάσκουσι μεμορφωκέναι, λεληθότως κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ 3Μητροπάτορα, καὶ Ἀπάτορα, καὶ Δημιουργὸν αὐτὸν, καὶ Πατέρα καλοῦσι· τῶν μὲν διξιῶν πατέρα λέγοντες αὐτὸν, τουτέστι τῶν ψυχικῶν· τῶν δὲ ἀριστερῶν, τουτέστι τῶν ὑλικῶν, δημιουργὸν, συμπάντων δὲ βασιλέα. Γὴν γὰρ Ἐνθόμησιν ταύτην βουληθεῖσαν εἰς τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, 4μᾶλλον δὲ τὸν Σωτῆρα δι᾿ αὐτῆς· καὶ αὐτὴν μὲν 1ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς τετηρηκέναι μὴ γινωσκομένην ὑπὸ τοῦ δημιουργοῦ· τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτων γεγονότας Ἀρχαγγέλους τε καὶ Ἀγγέλους. Πατέρα οὖν καὶ Θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ πληρώματος, ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν· διακρίναντα γὰρ τὰς δύο οὐσίας συγκεχυμένας, καὶ ἐξ ἀσωμάτων 2σωματοποιήσαντα, δεδημιουργηκέναι τά τε οὐράνια καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχικῶν, 3δεξιῶν καὶ ἀριστερῶν δημιουργὸν, κούφων καὶ βαρέων, ἀνωφερῶν καὶ κατωφερῶν· 1ἑπτὰ γὰρ οὐρανοὺς κατεσκεακέναι, ὧν ἐπάνω τὸν Δημιουργὸν εἶναι λέγουσι· καὶ διὰ τοῦτο καλοῦσιν αὐτὸν, τὴν δὲ μητέρα τὴν Ἀχαμὼθ Ὀῳδοάδα, ἀποσώζουσαν τὸν ἀριθμὸν τοῦ ἀρχεγόνου, καὶ πρὸ τῆς τοῦ πληρώματος Ὀγδοάδος. Τοὺρ δὲ ἑπτὰ οὐρανοὺς οὐκ εἶναι 3νοητούς φασιν· Ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν δημιουργὸν δὲ καὶ αὐτὸν ἄγγελον Θεῷ ἐοικότα· ὡς καὶ τὸν Παράδεισον ὑπὲρ τρίτον οὐρανὸν ὄντα, τέταρτον Ἄγγελον λέγουσι δυνάμει ὑπάρχειν, καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα δὲ τὸν δημιουργὸν φάσκουσιν ἀφʼ ἑαυτοῦ μὲν 1ὠῆσθαι κατασκευάζειν, πεποιηκέναι δ᾿ αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης· οὐρανὸν πεποιηκέναι μὴ εἰδότα τὸν οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, μὴ εἰδότα τὸν ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον τὴν γῆν· καὶ ἐπὶ πάντων οὕτως λέγουσιν 2ἠγνοηκέναι αὐτῶν τὰς ἰδέας ὧν ἐποίει, καὶ αὐτὴν τὴν μητέρα· αὐτὸν δὲ μόνον ὠῆσθαι πάντα εἶναι. Αἰτίαν δ᾿ αὐτῷ γεγονέναι τὴν μητέρα τῆς οἰήσεως ταύτης φάσκουσιν, τὴν οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτὸν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. 3Ταύτην δὲ τὴν Μητέρα καὶ Ὀγδοάδα καλοῦσι, καὶ Σοφίαν, καὶ Γῆν, καὶ Ἱερουσαλὴμ, καὶ ἅγιον Πνεῦμα, καὶ Κύριον ἀρσενικῶς. Ἔχειν δὲ τὸν τῆς μεσότητος τόπον αὐτὴν, καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι 1συντελείας.