Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 11-2
Not analysed yet
11. Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῷ Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων στοιχείων· τῇ μονότητι συνυπάρχειν ἑνότητι ,ἐξ ὦν δύο προβολαὶ, καθʼ προείρηται· μονάς τε καὶ τὸ ἕν ἐπὶ δύο οὖσαι τέσσαρα ἐγένοντο· δὶς γὰρ δύο, τέσσαρες. Καὶ πάλιν, αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν. Οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες, τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. Καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα ἅγια ἁγίων νοούμενα, καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδε τίνα ἐστί. 1Τὰ δὲ σεμνὰ, καὶ μετὰ πίστεως ὀνομαζόμενα παῤ αὐτῷ ἐστι ταῦτα· Αῤῥητος καὶ Σιγὴ, Πατήρ τε καὶ Ἀλήθεια. Ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι στοιχείων εἰκοσιτεσσάρων. Ὁ γὰρ Ἄῤῥητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτὰ, 2ἡ δὲ Σιγὴ πέντε, καὶ ὁ Πατὴρ ,καὶ ἡ Ἀλήθεια ἑπτά· ἃ συντεθέντα ἐπὶ τὸ αὐτὸ, τὰ δὶς πέντε, καὶ δὶς ἑπτὰ, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. Ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετρὰς, Λόγος καὶ Ζωὴ, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. Καὶ τὸ τοῦ Σωτῆρος δὲ ῥητὸν ὄνομα, 3ὀκτὼ καὶ δέκα, γραμμάτων ὑπάρχειν ἓξ, τὸ δ᾿ ἄῤῥητον αὐτοῦ γραμμάτων κἰκοσιτεσσάρων. 1Υἱὸε Χρειστὸς γραμμάτων δώδεκα· τὸ δὲ ἐν Χριστῷ 1ἄῤῥητον, γρακκάτων τριάκοντα. Καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου.