Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 15-2
Not analysed yet
15. Ταῦτα δὴ ὑπὲρ τὸ ἰοὺ, καὶ τὸ φεῦ, καὶ ὑπὲρ τὸ πᾶσαν τραγικὴν φώνησιν καὶ σχετλιασμόν ἐστι. Τίς γὰρ οὐκ ἂν μισήσειε τῶν τηλικούτων ψευσμάτων κακοσύνθετον ποιητὴν, τὴν μὲν Ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν, καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασι κατεστιγμένην. 2Νεωστὶ, πρὸς τὸ ἀπʼ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν 3ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειληφέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ· ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι· πρὸ τοῦ οὖν Ἕλλησι ταῦτα γενέσθαι, οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατά σε, Μάρκε, μεταγενέστερον μὲν Κάδμου, καὶ τῶν πρὸ αὐτοῦ· μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα· μεταγενέστερον δὲ καὶ σαυτοῦ· σὺ γὰρ μόνον εἔδωλον κατήγαγες τὴν ὑπό σου λεγομένην Ἀλήθειαν.