Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 17-2
Not analysed yet
17. Διὸ καὶ δικαίως καὶ ἀρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ 2θεῖος πρεσβύτης καὶ κήρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως· 3Εἰδωλοποιὲ, Μάρκε, καὶ τερατοσκόπε, Ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης Δἰ ὦκ κρατύνεις τῆς πλάνης τά διδάγματα, Σημεῖα δεικνὺς τοῖς ὑπό σου πλανωμένοις, Ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, 1Ἃ σὺ χορηγεῖς ὡς πατὴρ Σατανᾶ, εἰ Δἰ ἀγγελικῆς δυνάμεως 2Ἀζαζὴλ ποιεῖν Ἔχων σε πρόδρομον ἀντιθέοι πανουργίας. Καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης. Ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν, μακρὰ ὄντα, πειρασόμεθα βραχέως διεξελθεῖν, καὶ 3τὰ πολλῷ χρόνῳ κεκριμένα εἰς φανερὸν ἀγαγεῖν· οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι.