Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 19
Not analysed yet
19. Ὁρᾷς, ἀγαπητὲ, τίν μέθοδον, ᾗ οἱ χρώμενοι φρεναπατοῦσιν ἑαυτοὺς, ἐπηρεάζοντες τὰς γραφὰς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς παρεθέμην αὐτῶν 1τὰς λέξεις, ἵα ἐξ αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας, καὶ τὴν πονηρίαν τῆς πλάνης. Πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω ὀγδοάδα μηνύσειν, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς, καὶ τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι, καὶ οὕτως 2ἐπεζεύχθη τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς ὀγδοάδος· καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα, ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς, ἐπʼ ἐσχάτῳ πρώτης ἐμέμνητο τετράδος. Ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων, καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν ὄνομα· ἀλλʼ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀῤῥένων προσηγορίᾳ, ὁμοίως δυναμένων κᾀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς· εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον, καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ὑμᾶς λαμβάνειν τοὔνομα αὐτῆς. Φανερὰ οὗν ἡ τῆς ἐξηγήσεως παραποίησις. Τοῦ γὰρ Ἰωάννου ἕνα Θεὸν παντοκράτορα, καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος, δἰ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν Θεοῦ, τοῦτον Μονογενῆ, τοῦτον πάντων ποιητὴν, τοῦτον φῶς ἀληθινὸν φωτίζοντα πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητὴν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα, καὶ ἐσκηνωκότα ἐν ἡμίν· οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν, ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν, ὃν δὴ καὶ 2ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι, καὶ ἄλλον τὸν Λόγον 3υἱὸν τοῦ Μονογενοῦς, καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρθωσιν τοῦ πληρώματος προβεβλημένον· καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες ἀπὸ τῆς ἀληθείας, καταχρησάμενοι τοῖς ὀνόμασιν, εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ᾿ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μνείαν ποιεῖσθαι. Εἰ γὰρ Πατέρα εἴρηκε, καὶ Χάριν, καὶ Μονογενῆ, καὶ Ἀλήθειαν, καὶ Λόγον, καὶ Ζωὴν, καὶ Ἄνθρωπον, καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς, οὐδέπω Χριστὸς ὁ τοῦ Ἰωάννου διδάσκαλος. Ὅτι δὲ οὐ περὶ τῶν συζογιῶν αὐτῶν ὁ Ἀπόστολος εἴρηκεν, ἀλλὰ περὶ τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδε τοῦ Θεοῦ, αὐτὸς πεποίηκε φανερόν. Ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ 1ἄνω ἐν ἀρχῇ Λόγου, ἐπεξηγεῖται· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν, οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέ ποτε ἐκτὸς Πληρώματος· ἀλλὰ ὁ τῆς 2οἰκονομίας μεταγενέστερος τοῦ Λόγου Σωτήρ.