Ancient Greek
Κεφ. ζ΄.
Irenaeus, Libros quinque adversus haereses 1a
Not analysed yet
1. ΟΥΤΟΣ τοίνυν ὁ Πτολεμαῖος, καὶ οἱ σὺν αὐτῷ, ἔτι ἐμπειρότερος ὑμίν τοῦ ἑαυτῶν διδασκάλου προελήλυθε, δύο γὰρ οὗτοςσυζύγους τῷ Θεῷ, τῷ παῤ αὐτοῖς Βυθῷ καλουμένῳ, ἐπενόησέ τε καί ἐχαρίσατο. Ταύτας δὲ καὶ διαθέσεσιν ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. Πρῶτον γὰρ ἐνενοήθη προβαλεῖν, φησὶν, εἶτα ἠθέλησε. δύο διαθέσεων τούτων, ἢ καὶ δυνάμεων, τῆς Ἐννοίας καὶ τῆς Θελήσεως, ὥστε συγκραθεισῶν εἰς ἀλλήλας, τῇ προβολῇ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας