Ancient Greek
Κεφ. ζ΄.
Irenaeus, Libros quinque adversus haereses 2-3
Not analysed yet
2. 3τὴν πρώτην ὀγδοάδα, οὐ καθʼ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλʼ ὁμοῦ καὶ 4εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς 5αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. Καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ ἐξ Ἀνθρώπου, ὡς οἱ ἄλλοι . καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ εὐίοῦ· ἀλλὰ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν· ὅτι ὅπερ ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπεὶ δὲ ὁ προεβάλετο ἀλήθεια 1 ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη· ὅτε οὖν ἠθέλησεν ἐπιδεῖξαι αὐτὸν 1, τοῦτο Ἄνθρωπος ἐλέχθη· οὓε δὲ 2προελογίσατο ὅτε προέβαλε, τοῦτο Ἐκκλησία ὠνομάσθη· καὶ ὁ Ἄνθρωπος 3τὸν Λόγον, οὗτός ἐστιν ὁ πρωτότοκος Υἱός· ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ Ζωή· καὶ οὕτως πρώτη Ὀγδοὰς συνετελέσθη.