Ancient Greek
Κεφ. ια΄.
Irenaeus, Libros quinque adversus haereses 2-7
Not analysed yet
2. Ἥλιον δὲ πάλιν τὸν μέγαν φωστῆρα ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. Τῆς τε σκηνῆς, τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, αἱ αὐλαὶ ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνος γεγονυῖαι, τὴν αὐτὴν παῤ αὐτοῖς ἐπέδειξαν εἰκόνα. Τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς, εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. Τὴν δὲ ὀγδοάδα πάλιν δείκνοσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσιν τὸν ἄνθρωπον. Ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ τῇ ὀγδόῃ, εἰ μὴ τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παῤ αὐτοῖς. Ἔνιοι δὲ ἄλλον θέλουσι τὸν κατʼ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον, καὶ τοῦτον εἶναι τὸν πνευματικόν· ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. Τὸ αὐτὸ δὲ καὶ τὸν Δαβὶδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. Ἔτι μὴν καὶ τὴν περιτομὴν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. Καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς, ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ, τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. Ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιι δοῦναι, λέγουσι· καὶ τὴν περὶ Σάῤῥαν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται τὸ αὐτὸ δηλοῦν. Καὶ ὁ δοῦλος δὲ Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν, καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας· ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων, καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαῖαι, καὶ οἱ στύλοι οἱ δεκαπήχεις, καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ, ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες, καὶ οἱ δέκα Ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ Κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατʼ αὐτοὺς δεκάδα.