Ancient Greek
Κεφ. α΄.
Irenaeus, Libros quinque adversus haereses 3
Not analysed yet
3. Ἔνιοι δὲ αὐτῶν 3πῶς τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπιχειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, 4οἵαν φύσιν εἶχε θήλειαν τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι, διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι 5μηδὲ αὐτὸ τὸ εἶναι τελείως ἔχειν· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν 1 τὴν αἰτίαν, καὶ ὅντινα τρόπον ἀποκρύψει τὸ γεγονός. Ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν, καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειρασθῆναι, καὶ μέχρι τινὸς τολμήσασαν, ἐξασθενῆσαι, καὶ 2ἱκέτιν τοῦ πατρὸς γενέσθαι· συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. Ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν 3οὐσίαν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύπης, καὶ τοῦ φόβου, καὶ τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις 4διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, 1ἀσύζυγον, ἀθήλυντον. Τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπέραῤῥεν, καὶ ὑπέρθηλυ εἶναι θέλουσι. Τὸν δὲ Ὅρον τοῦτον καὶ 2Σολλυτρωτὴν καὶ 3Καρπιστὴν, καὶ Ὁροθέτην, καὶ 4Μεταγωγέα καλοῦσι. Διὰ δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι LIB. I. i. 3. GR. I. i. 3. MASS. I. ii. τὴν Σοφίαν, καὶ ἀποκατασταθῆναι τῇ 1συζογίᾳ· χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπʼ αὐτῆς σὺν τῷ ἐπιγινομένῳ μένῳ πάθει, αὐτὴν μὲν ἐντὸς πληρώματος εἶναι· τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποστερηθῆναι ,καὶ ἐκτὸς αὐτοῦ γενομένην, εἶναι μὲν πνευματικὴν οὐσίαν, φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν· ἄμορφον δὲ καὶ ἀνείδεον 2διὰ τὸ μηδὲν καταλαβεῖν· καὶ διὰ τοῦτο 3καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὸν λέγουσι.