Ancient Greek
Κεφ. ή.
Irenaeus, Libros quinque adversus haereses 6-3
Not analysed yet
6. Ταῦτ᾿ οὖν τὰ παῤ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀποῤῥοίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς, τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων τὸν ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀῤῥήτους καὶ ἀνεκλαλήτους. Τὰ δὲ ἡμίφωνα ὀκτὼ, ὄντα τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων· καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόῤῥοιαν, τῶν δ᾿ ὑπὲρ αὐτὴν τὴν 2ἀναφοράν. Τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου φωνὴ προελθοῦσα, ἐμόρφωσε G. 67. τὰ ὅλα. Ὁ γὰρ ἦχος τῆς φωνῆς 3μορφὴν αὐτοῖς περιεποίησεν. Ἔστιν ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτὼ, ὁ δὲ Ἄνθρωπος καὶ Ἐκκλησία τὰ ἑπτὰ, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. Ἐπειδὴ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθε, πεμφθεὶς ἐπὶ τὸν ἀφʼ οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, 1ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχοισα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. Καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν· καὶ ἐγένοντο οἱ τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἴτινες τρεῖς ἐφʼ ἑαυτοὺς ἐλθόντες, τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. Τὰ μέν τοι τρία στοιχεῖα ἀφίνσιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἃ ἐστιν 2ἓξ, ἀφʼ ὧν ἀπεῤῥύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀῤῥήτου τετράδος λόγῳ, τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, 3ἅπερ φησὶ τοῦ ἀνονομάστου ὑπάρχειν. Φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν 4τριῶν δυνάμεων, εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνες εἰκόνων τὰ παῤ ἡμῖν 1διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῶν κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖ ἀριθμόν.