Ancient Greek · ~1 min
Section 1
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 1
Not analysed yet
ὅτι μέν, ὦ ἄνδρες, πάντων οἰκειότατα 〈τυγχάνω〉 χρώμενος Φανοστράτῳ τε καὶ Χαιρεστράτῳ τουτῳί, τοὺς πολλοὺς οἶμαι ὑμῶν εἰδέναι, τοῖς δὲ μὴ εἰδόσιν ἱκανὸν ἐρῶ τεκμήριον· ὅτε γὰρ εἰς Σικελίαν ἐξέπλει τριηραρχῶν Χαιρέστρατος, διὰ τὸ πρότερον αὐτὸς ἐκπεπλευκέναι προῄδειν πάντας τοὺς ἐσομένους κινδύνους, ὅμως δὲ δεομένων τούτων καὶ συνεξέπλευσα καὶ συνεδυστύχησα καὶ ἑάλωμεν εἰς τοὺς πολεμίους.