Ancient Greek
Section 16
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 16
Not analysed yet
ἀποδεῖξαι τοίνυν ἡμῶν κελευόντων ὅστις οἶδε τῶν Εὐκτήμονος οἰκείων ἢ συνοικήσασαν ἐκείνῳ τινὰ [ἢ τὴν] Καλλίππην 〈ἢ〉 ἐπιτροπευομένην, καὶ παρὰ τῶν ὄντων 〈ἡμῖν〉 θεραπόντων τὸν ἔλεγχον ποιεῖσθαι, ἢ εἴ τις τῶν παρʼ αὐτοῖς οἰκετῶν φάσκει ταῦτα εἰδέναι, ἡμῖν παραδοῦναι, οὔτε λαβεῖν ἠθέλησαν οὔθʼ ἡμῖν παραδοῦναι. καί μοι λαβὲ τήν τʼ ἀπόκρισιν αὐτῶν καὶ τὰς ἡμετέρας μαρτυρίας καὶ προκλήσεις.