Ancient Greek · ~2 min
Section 27
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 27
Not analysed yet
Μαρτυρίαι μετὰ ταῦτα τοίνυν ὁ Φιλοκτήμων τριηραρχῶν περὶ Χίον ἀποθνήσκει ὑπὸ τῶν πολεμίων· ὁ δʼ Εὐκτήμων ὕστερον χρόνῳ πρὸς τοὺς κηδεστὰς εἶπεν ὅτι βούλοιτο τὰ πρὸς τὸν ὑόν οἱ πεπραγμένα γράψας καταθέσθαι. καὶ ὁ μὲν Φανόστρατος ἐκπλεῖν ἔμελλε τριηραρχῶν μετὰ Τιμοθέου, καὶ ἡ ναῦς αὐτῷ ἐξώρμει Μουνυχίασι, καὶ ὁ κηδεστὴς Χαιρέας παρὼν συναπέστελλεν αὐτόν· ὁ δʼ Εὐκτήμων παραλαβών τινας ἧκεν οὗ ἐξώρμει ἡ ναῦς, καὶ γράψας διαθήκην, ἐφʼ οἷς εἰσήγαγε τὸν παῖδα, κατατίθεται μετὰ τούτων παρὰ Πυθοδώρῳ Κηφισιεῖ, προσήκοντι αὑτῷ.