Ancient Greek · ~2 min
Section 33
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 33
Not analysed yet
καὶ ἐν πάνυ ὀλίγῳ χρόνῳ, οὗπερ ἕνεκα οὗτοι λῦσαι αὐτὸν ἔπεισαν, ἀποδίδοται ἀγρὸν μὲν Ἀθμονοῖ πέντε καὶ ἑβδομήκοντα μνῶν Ἀντιφάνει, τὸ δʼ ἐν Σηραγγίῳ βαλανεῖον τρισχιλίων Ἀριστολόχῳ· οἰκίαν δὲ ἐν ἄστει τεττάρων καὶ τεσσαράκοντα μνῶν ὑποκειμένην ἀπέλυσε τῷ ἱεροφάντῃ. ἔτι δὲ αἶγας ἀπέδοτο σὺν τῷ αἰπόλῳ τριῶν καὶ δέκα μνῶν, καὶ ζεύγη δύο ὀρικά, τὸ μὲν ὀκτὼ μνῶν τὸ δὲ πεντήκοντα καὶ πεντακοσίων δραχμῶν, καὶ δημιουργοὺς ὅσοι ἦσαν αὐτῷ.