Ancient Greek · ~1 min
Section 35
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 35
Not analysed yet
〈Μάρτυρες〉 ταῦτα μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε· περὶ δὲ τῶν ὑπολοίπων εὐθὺς ἐπεβούλευον, καὶ πάντων δεινότατον πρᾶγμα κατεσκεύασαν, ᾧ ἄξιόν ἐστι προσέχειν τὸν νοῦν. ὁρῶντες γὰρ τὸν Εὐκτήμονα κομιδῇ ἀπειρηκότα ὑπὸ γήρως καὶ οὐδʼ 〈ἐκ〉 τῆς κλίνης ἀνίστασθαι δυνάμενον, ἐσκόπουν ὅπως καὶ τελευτήσαντος ἐκείνου διʼ αὑτῶν ἔσοιτο ἡ οὐσία.