Ancient Greek · ~1 min
Section 37
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 37
Not analysed yet
καὶ ἐπειδὴ πρῶτον τὰ δικαστήρια ἐπληρώθη, ὁ μὲν ἄρχων προεκήρυττεν, οἱ δʼ ἐμισθοῦντο. παραγενόμενοι δέ τινες ἐξαγγέλλουσι τοῖς οἰκείοις τὴν ἐπιβουλήν, καὶ ἐλθόντες ἐδήλωσαν τὸ πρᾶγμα τοῖς δικασταῖς, καὶ οὕτως ἀπεχειροτόνησαν οἱ δικασταὶ μὴ μισθοῦν τοὺς οἴκους· εἰ δʼ ἔλαθεν, ἀπωλώλει ἂν ἅπασα ἡ οὐσία. καί μοι κάλει τοὺς παραγενομένους μάρτυρας.