Ancient Greek · ~2 min
Section 52
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 52
Not analysed yet
ἡ γὰρ ψῆφός ἐστι περὶ τούτων νυνί. τουτὶ γὰρ αὐτοῖς ἡ διαμαρτυρία δύναται, ἵνʼ ὁ κίνδυνος τοῖσδε μὲν ᾖ περὶ πάντων, οὗτοι δὲ κἂν νῦν διαμάρτωσι τοῦ ἀγῶνος, δόξῃ δὲ ὁ κλῆρος ἐπίδικος εἶναι, ἀντιγραψάμενοι δὶς περὶ τῶν αὐτῶν ἀγωνίζωνται, καίτοι εἰ μὲν διέθετο Φιλοκτήμων μὴ ἐξὸν αὐτῷ, τοῦτʼ αὐτὸ ἐχρῆν διαμαρτυρεῖν, ὡς οὐ κύριος ἦν ὑὸν τόνδε ποιήσασθαι· εἰ δʼ ἔξεστι μὲν διαθέσθαι, ἀμφισβητεῖ δὲ ὡς οὐ δόντος οὐδὲ διαθεμένου, μὴ διαμαρτυρίᾳ κωλύειν ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι.