Ancient Greek · ~1 min
Section 54
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 54
Not analysed yet
σὺ δʼ οὐ παραγενόμενος διαρρήδην μεμαρτύρηκας ὡς οὐ διέθετο Φιλοκτήμων, ἀλλʼ ἄπαις ἐτελεύτησε. καίτοι πῶς οἷόν τε εἰδέναι, ὦ ἄνδρες; ὅμοιον γὰρ ὥσπερ ἂν εἰ φαίη εἰδέναι, καὶ μὴ παραγενόμενος, ὅσα ὑμεῖς πάντες πράττετε. οὐ γὰρ δὴ τοῦτό γε ἐρεῖ, καίπερ ἀναίσχυντος ὤν, ὡς ἅπασι παρεγένετο καὶ πάντʼ οἶδεν ὅσα Φιλοκτήμων ἐν τῷ βίῳ διεπράξατο.