Ancient Greek
Section 59
Isaeus, Περὶ τοῦ Φιλοκτήμονος κλήρου 59
Not analysed yet
καὶ τούτῳ μὲν οὐδεὶς διαμαρτυρεῖ μὴ ἐπίδικον εἶναι τὸν κλῆρον, ἀλλʼ εὐθυδικίᾳ εἰσιέναι 〈ἐξῆν〉, οὗτος δʼ ἅπαντας ἀποστερεῖ τῆς ἀμφισβητήσεως. καὶ διαρρήδην μαρτυρήσας γνησίους τοὺς παῖδας εἶναι, οἴεται ἐξαρκέσειν ὑμῖν παρεκβάσεις, ἐὰν δὲ τοῦτο μὲν μηδʼ ἐγχειρήσῃ ἐπιδεικνύναι ἢ καὶ κατὰ μικρόν τι ἐπιμνησθῇ, ἡμῖν δὲ λοιδορήσηται μεγάλῃ τῇ φωνῇ καὶ λέγῃ ὡς εἰσὶν οἵδε μὲν πλούσιοι αὐτὸς δὲ πένης, διὰ δὲ ταῦτα δόξειν τοὺς παῖδας εἶναι γνησίους.