Ancient Greek · ~2 min
Section 33
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 33
Not analysed yet
ἆρά γε οὐχὶ δῆλον, ὦ ἄνδρες, ὅτι ἃ πάλαι οὗτοι μαρτυροῦσι γενέσθαι, πολλῷ ὕστερον τῆς λήξεως τοῦ κλήρου 〈ἕνεκα〉 σύγκειται αὐτοῖς; οὐ γὰρ ἄν ποτε οἱ μὲν εἰς τὴν δεκάτην (ὥς φασι) κληθέντες τῆς τοῦ Πύρρου θυγατρός, ἀδελφιδῆς τούτου, ἐξ ἐκείνης τῆς ἡμέρας, ἥτις ἦν ποτε, ἀκριβῶς εἰς τὸ δικαστήριον ἧκον μεμνημένοι ὅτι Κλειταρέτην ὁ πατὴρ ἐν τῇ δεκάτῃ ὠνόμηνεν,