Ancient Greek · ~1 min
Section 41
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 41
Not analysed yet
πῶς ἐπέτρεψας τῷ ἡμετέρῳ ἀδελφῷ ἐπιδικάσασθαι τοῦ κλήρου ἄνευ τῆς γνησίας θυγατρός, ἣν φῂς τῷ ἡμετέρῳ θείῳ καταλειφθῆναι; ἢ οὐκ ᾔδεις ἐν τῇ ἐπιδικασίᾳ τοῦ κλήρου νόθην καθισταμένην τὴν ἀδελφιδῆν τὴν σαυτοῦ; ὁπότε γάρ [τις] ἐπεδικάζετο τοῦ κλήρου, νόθην τὴν θυγατέρα τοῦ καταλιπόντος τὸν κλῆρον καθίστη.