Ancient Greek · ~2 min
Section 50
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 50
Not analysed yet
οἶμαι δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐδʼ ἄλλον γε τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐδʼ αὖ ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι, ὥσθʼ ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθʼ ἑαυτοῦ. ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι;