Ancient Greek
Section 56
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 56
Not analysed yet
ἄλλως τε καὶ παρεσκευασμένος μὴ ὁμολογεῖν τὴν τοῦ Ἐνδίου ποίησιν τῷ Πύρρῳ γενέσθαι· ὡς δὲ οὐχ ὁμολογῶν [πῶς] ἐπεσκήπτετο τοῖς μεμαρτυρηκόσιν ἐπὶ τῇ διαθήκῃ τοῦ Πύρρου παραγενέσθαι. καὶ ὡς ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν μαρτυρίαν τὴν μαρτυρηθεῖσαν. ἀναγίγνωσκε αὐτοῖς.