Ancient Greek · ~1 min
Section 65
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 65
Not analysed yet
εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει· Ξενοκλεῖ δὲ ἄν τις τόδʼ ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα, καὶ τοσαύτης οὐσίας τοῦτον καταστῆναι κληρονόμον ἀνθʼ ἑαυτῶν; μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες·