Ancient Greek
Section 67
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 67
Not analysed yet
εἶτα 〈τί〉 παρελθόντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον τοῦ Πύρρου κλήρου τὴν λῆξιν λαχεῖν ἠξίωσαν παρὰ τὸν νόμον. πρὸς δὲ τούτοις ἐκεῖνο αὐτοὺς ἔρεσθε, εἴ τις τῶν γνησίων 〈τῶν〉 αὑτοῦ ἐπιδικάζεσθαι ἀξιοῖ. ταῦτα πρὸς τὴν ἀναίδειαν αὐτῶν πυνθάνεσθε. ὡς δʼ ἦν ἐπίδικος ἡ γυνή, εἴ περ γνησία κατελείφθη, ἐκ τῶν νόμων σαφέστατα μαθεῖν ἔστι τοῦτο.