Ancient Greek
Section 70
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 70
Not analysed yet
ἀλλʼ ὦ ʼγαθοί, τοῦτο μὲν καὶ λαθεῖν φήσαιτʼ ἂν ὑμᾶς· ὅτε δʼ ἠγγύα καὶ ἐξεδίδου ὁ Ἔνδιος τὴν γυναῖκα, ἐπετρέπετε ὑμεῖς οἱ θεῖοι τὴν τοῦ ἀδελφιδοῦ τοῦ ὑμετέρου αὐτῶν ὡς ἐξ ἑταίρας οὖσαν ἐκείνῳ ἐγγυᾶσθαι, ἄλλως τε καὶ παραγενέσθαι φάσκοντες, ὅτε ὁ ἀδελφιδοῦς ὑμῶν ἠγγυᾶτο τὴν μητέρα τὴν ταύτης κατὰ 〈τοὺς〉 νόμους ἕξειν γυναῖκα, ἔτι δὲ καὶ ἐν τῇ δεκάτῃ τῇ ταύτης κληθέντες συνεστιᾶσθαι;