Ancient Greek · ~2 min
Section 80
Isaeus, Περὶ τοῦ Πύρρου κλήρου 80
Not analysed yet
καὶ ἔν τε τῷ δήμῳ κεκτημένος τὸν τριτάλαντον οἶκον, εἰ ἦν γεγαμηκώς, ἠναγκάζετο ἂν ὑπὲρ τῆς γαμετῆς γυναικὸς καὶ θεσμοφόρια ἑστιᾶν τὰς γυναῖκας, καὶ τἆλλα ὅσα προσῆκε λῃτουργεῖν ἐν τῷ δήμῳ ὑπὲρ τῆς γυναικὸς ἀπό γε οὐσίας τηλικαύτης. οὐ τοίνυν φανεῖται οὐδὲν τούτων γεγενημένον οὐδεπώποτε. οἱ μὲν οὖν φράτορες μεμαρτυρήκασιν ὑμῖν· λαβὲ δὲ καὶ τὴν τῶν δημοτῶν τῶν ἐκείνου μαρτυρίαν. 〈Μαρτυρία〉