Ancient Greek · ~1 min
Section 1
Isaeus, Υπὲρ Εὐφιλήτου 1
Not analysed yet
ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων. σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο.