Ancient Greek · ~2 min
Section 11
Isaeus, Υπὲρ Εὐφιλήτου 11
Not analysed yet
πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν ὁ Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉 σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.