Ancient Greek · ~1 min
Section 3
Isaeus, Υπὲρ Εὐφιλήτου 3
Not analysed yet
ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉 ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉 φράτορας εἰσάγων, καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν. ὥστε τόν γε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι.