Ancient Greek
Section 7
Isaeus, Υπὲρ Εὐφιλήτου 7
Not analysed yet
ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν. ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉 ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸς〉 ὁ πατήρ, καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὐτῷ τοὺς συγγενεῖς μάρτυρας.